Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

13 ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς καὶ φθάσας τὸν χρόνον, ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε — ὃ φρονῶ γὰρ εἰρήσεται — μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρόσωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρωτος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὀμνύναι.

ιδ

14 χαῖρε, κἂν μὴ θέλῃς, χαῖρε, κἂν μὴ γράφῃς, ἄλλοις καλέ, ἐμοὶ δὲ ὑπερήφανε. οὐκ ἦσθα συγκείμενος ἐκ σαρκὸς ʽκαὶ αἵματοσʼ, καὶ τῶν, ὅσα τούτοις κίρναται, ἀλλὰ ἐξ ἀδάμαντος καὶ πέτρας καὶ Στυγός. ταχέως σε θεασαίμην γενειῶντα καὶ παρʼ ἀλλοτρίαις θύραις κείμενον. ναὶ Ἔρως, ναὶ Νέμεσις ὀξεῖς θεοὶ καὶ στρεφόμενοι.

ιε

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi