Thesauros Edebiyat biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

62 ὅτε δὲ ἔκρινε καὶ τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος, εἰ δʼ οὖν, μόνην ἂν καλὴν ἀπεφήνατο, ἣν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκείνῳ τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ νῦν ἐπανορθωθήσεται· μὴ κάμνετε, ὦ θεαί, μηδὲ ἐρίζετε, ἔχω γάρ, ἰδού, τὸ μῆλον. λάβε, ὦ καλή, ἣ καὶ νικᾷς τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τά τε ἄλλα καὶ ἐπιστολῇ τῷ μήλῳ κέχρημαι· ἐκεῖνο Ἔριδος, τοῦτο Ἔρωτος, ἐκεῖνο ἐσιώπα, τοῦτο φθέγγεται. μὴ ῥίψῃς, μὴ φάγῃς· οὐδὲ ἐν πολέμῳ πρεσβευτὴς παρανομεῖται. τί οὖν ἐπέσταλκα; αὐτὸ ἐρεῖ· Εὐίππη, φιλῶ σε· ὑπόγραψον ἀναγνοῦσα κἀγὼ σέ. δέχεται τὸ μῆλον καὶ ταῦτα τὰ γράμματα.

ξγ

63 ἐπυθόμην, ὡς τὰ ῥόδα ἐλθόντα παρὰ σὲ ὅσα χρέος ἀπέλαυεν, ἐγώ τε γὰρ ἐνετειλάμην αὐτοῖς, καὶ ὡς ἐκπιόντα ἀκηράτου χρωτὸς τῆς σῆς δρόσου κατέσχον τὴν ψυχὴν ἐξιοῦσαν καὶ δυσανασχετοῦσαν. καλῶς ἐποιήσατε, ὦ ῥόδα, ἀναβιώσαντα, καὶ δέομαι, μείνατε, ἔστʼ ἂν ἔλθω. μαθεῖν γὰρ ἔγνωκα, εἴ τι παρʼ ἀλλήλων εἰλήφατε ἐς εὐωδίαν αὐτὴ καὶ ὑμεῖς ἐς χρόνον.

ξδ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi