Μουσώνιος
ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλμοῖς δὲ Ἑλλήνων πεπραγμένου· Ἰσθμοῖ γὰρ νόμου κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳδίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δʼ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δʼ ἐπʼ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδʼ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δʼ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπʼ αὐτῷ δὴ τἀγῶνι, βοώντων τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπʼ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑποκριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ καὶ δέλτους ἐλεφαντίνας ʽἔχοντες καἲ διθύρους ... προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κατέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις.
10