Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

739

Ἀμπελουργός
ἤγειραν οἱ Ἀχαιοὶ ξυνελθόντες, ὅτε τῷ Πατρόκλῳ ξυνεμίχθη ἐς τὸν τάφον, κάλλιστον ἐντάφιον ἑαυτῷ τε κἀκείνῳ διδούς, ὅθεν ᾅδουσιν αὐτὸν οἱ τὰ φιλικὰ ἐπαινοῦντες. ἐτάφη δὲ ἐκδηλότατα ἀνθρώπων πᾶσιν οἷς ἐπήνεγκεν αὐτῷ ἡ Ἑλλὰς οὐδὲ κομᾶν ἔτι μετὰ τὸν Ἀχιλλέα καλὸν ἡγούμενοι χρυσόν τε καὶ ὅ τι ἕκαστος εἶχεν ἢ ἀπάγων ἐς Τροίαν ἢ ἐκ δασμοῦ λαβών, νήσαντες ἐς τὴν πυρὰν ἀθρόα παραχρῆμά τε καὶ ὅτε ὁ Νεοπτόλεμος ἐς Τροίαν ἦλθε, λαμπρῶν γὰρ δὴ ἔτυχε πάλιν παρά τε τοῦ παιδὸς παρά τε τῶν Ἀχαιῶν ἀντιχαρίζεσθαι αὐτῷ πειρωμένων, οἵ γε καὶ τὸν ἀπὸ τῆς Τροίας ποιούμενοι πλοῦν περιέπιπτον τῷ τάφῳ καὶ τὸν Ἀχιλλέα ᾤοντο περιβάλλειν.
Φοῖνιξ
τὸν Νεοπτόλεμον δέ, ὦ ἀμπελουργέ, ποῖόν τινα γενέσθαι φησί;
Ἀμπελουργός
γενναῖον, ὦ ξένε, καὶ τοῦ μὲν πατρὸς ἥττω, φαυλότερον δὲ οὐδὲν τοῦ Τελαμωνίου, ταὐτὸ δὲ καὶ περὶ τοῦ εἴδους φησί, καλὸν μὲν γὰρ εἶναι καὶ προσεοικότα τῷ πατρί, λείπεσθαι δὲ αὐτοῦ τοσοῦτον, ὅσον τῶν ἀγαλμάτων οἱ καλοὶ λείπονται. καὶ μὴν καὶ ὕμνων ἐκ Θετταλίας ὁ Ἀχιλλεὺς ἔτυχεν, οὓς ἀνὰ πᾶν ἔτος ἐπὶ τό σῆμα φοιτῶντες ᾖδον ἐν νυκτὶ τελετῆς τι ἐγκαταμιγνύντες τοῖς ἐναγίσμασιν, ὡς Λήμνιοί τε νομίζουσιν καὶ Πελοποννησίων οἱ ἀπὸ Σισύφου.
Φοῖνιξ
ἄλλος αὖ λόγος ἥκει, ἀμπελουργέ, οὗ, μὰ τὸν Ἡρακλέα, οὐκ ἂν μεθείμην οὐδʼ εἰ πάνθʼ ὑπὲρ τοῦ παραπτῆναι αὐτὸν πράττοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi