666–667
Ἀμπελουργός
εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει.
τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον, ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλʼ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δʼ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλʼ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾅδει Τρωικὰ μεθʼ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη.
Φοῖνιξ
κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας.
Ἀμπελουργός
νὴ Δίʼ, ἢ ἀδικοίην ʽἂνʼ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν.