Ἀμπελουργός
ἀπὸ Διὸς μὲν γὰρ Αἰακίδας τε ᾅδεσθαι καὶ Δαρδανίδας καὶ τοὺς Ταντάλου, τὸ δὲ αὐτοῦ Διὸς γεγονέναι μόνῳ τῶν ὑπὲρ Τροίας τε καὶ ἐπὶ Τροίαν ἐλθόντων ἐκείνῳ ὑπάρξαι, τουτὶ δὲ καὶ τὸν Ἡρακλέα μείζω ποιῆσαι καὶ θαυμασιώτερον τοῖς ἀνθρώποις. ἀποθανεῖν δέ, ὡς Ὁμήρῳ εἴρηται, καὶ εἷναι ἀμφὶ τὰ τετταράκοντα ἔτη καὶ τάφου ἐν Λυκίᾳ τυχεῖν, ἐς ὃν παρέπεμψαν οἱ Λύκιοι δεικνύντες τὸν νεκρὸν τοῖς ἔθνεσι, διʼ ὧν ἤγετο. ἐσκεύαστο δὲ ἀρώμασι καὶ ἐῴκει καθεύδοντι, ὅθεν οἱ ποιηταὶ πομπῷ φασιν αὐτὸν τῷ Ὕπνῳ χρήσασθαι.