Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

715

Ἀμπελουργός
οὐδὲ οἰκτρόν τι εἰπεῖν οὐδὲ ὀδύρασθαι, ἀλλʼ εἰπὼν ἐλεῶ σε, ἀλήθεια, σὺ γὰρ ἐμοῦ προαπόλωλας ὑπέσχε τὴν κεφαλὴν τοῖς λίθοις οἷον ξυνιείς, ὅτι ἡ δίκη πρὸς αὐτοῦ ἔσται.
Φοῖνιξ
ἔστι καὶ τὸν Παλαμήδην ἰδεῖν, ἀμπελουργέ, καθάπερ καὶ τὸν Νέστορα εἶδον καὶ τὸν Σθένελον ἢ οὐδὲν περὶ τῆς ἰδέας αὐτοῦ ὁ Πρωτεσίλεως ἑρμηνεύει;
Ἀμπελουργός
ὑπάρχει, ξένε, καὶ ὅρα· μέγεθος μὲν τοίνυν αὐτὸν κατὰ Αἴαντα τὸν μείζω γενέσθαι, κάλλος δὲ Ἀχιλλεῖ τε ἁμιλλᾶσθαι καὶ Ἀντιλόχῳ καὶ ἑαυτῷ φησιν ὁ Πρωτεσίλεως καὶ Εὐφόρβῳ τῷ Τρωί, γένεια μὲν γὰρ αὐτῷ ἁπαλὰ ἐκφύεσθαι καὶ ξὺν ἐπαγγελίᾳ βοστρύχων, τὴν κόμην δὲ ἐν χρῷ εἶναι, τὰς δὲ ὀφρῦς ἐλευθέρας τε καὶ ὀρθὰς καὶ ξυμβαλλούσας πρὸς τὴν ῥῖνα τετράγωνόν τε οὖσαν καὶ εὖ βεβηκυῖαν. τὸν δὲ τῶν ὀφθαλμῶν νοῦν ἐν μὲν ταῖς μάχαις ἄτρεπτόν τε φαίνεσθαι καὶ γοργόν, ἐν δὲ τῇ ἡσυχίᾳ φιλέταιρόν τε καὶ εὐπροσήγορον τὰς βολάς, λέγεται δὲ καὶ μεγίστοις ἀνθρώπων ὀφθαλμοῖς χρήσασθαι. καὶ μὴν καὶ γυμνόν φησι τὸν Παλαμήδην μέσα φέρεσθαι βαρέος ἀθλητοῦ καὶ κούφου καὶ αὐχμὸν περὶ τῷ προσώπῳ ἔχειν πολὺν ἡδίω τῶν Εὐφόρβου πλοκάμων τῶν χρυσῶν· αὐχμοῦ δὲ ἐπεμεμέλητο ὑπὸ τοῦ καθεύδειν τε, ὡς ἔτυχεν, αὐλίζεσθαί τε πολλάκις ἐν τῇ ἀκρωνυχίᾳ τῆς Ἴδης ἐν σχολῇ τῶν πολεμικῶν· τὴν γὰρ κατάληψιν τῶν μετεώρων ἐντεῦθεν ἀπὸ τῶν ὑψηλοτάτων οἱ σοφοὶ ποιοῦνται. ἦγε δὲ ἐς Ἴλιον οὔτε ναῦν οὔτε ἄνδρα, ἀλλʼ ἐν πορθμείῳ ξὺν Οἴακι τῷ ἀδελφῷ ἔπλευσε πολλῶν, φασί, βραχιόνων ἀντάξιον ἑαυτὸν ἡγούμενος. οὐδὲ ἀκόλουθος ἦν αὐτῷ οὐδὲ θεράπων οὐδὲ Τέκμησσά τις ἢ Ἶφις λούουσά τε καὶ στρωννῦσα τὸ λέχος,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi