Φοῖνιξ
σοφός γε ὁ ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα.
Ἀμπελουργός
τὰ μὲν ἐν τῷ Πόντῳ, ξένε, εἰ μήπω ἐς αὐτὸν πέπλευκας καὶ ὅσα ἐν τῇ ἐκεῖ νήσῳ λέγεται πράττειν, ἐγώ σοι ἀπαγγελῶ ὕστερον ἐν τῷ περὶ αὐτοῦ λόγῳ μακροτέρῳ ὄντι, τὰ δὲ ἐν Ἰλίῳ παραπλήσια τοῖς ἄλλοις ἥρωσι, καὶ γὰρ προσδιαλέγεταί τισι καὶ ἐπιφοιτᾷ καὶ θηρία διώκει. ξυμβάλλονται δὲ αὐτὸν Ἀχιλλέα εἶναι τῇ τε ὥρᾳ τοῦ εἴδους καὶ τῷ μεγέθει καὶ τῇ ἀστραπῇ τῶν ὅπλων· κατόπιν δὲ αὐτοῦ ζάλη ἀνέμου εἱλεῖται πομπὸς τοῦ εἰδώλου. ἐπιλείψει με ἡ φωνή, ξένε, τῶν τοιούτων μνημονεύοντα· καὶ γάρ τι καὶ περὶ Ἀντιλόχου ᾅδουσιν, ὡς κόρη Ἰλιὰς φοιτῶσα ἐπὶ τὸν Σκάμανδρον εἰδώλῳ τοῦ Ἀντιλόχου ἐνέτυχε καὶ προσέκειτο τῷ σήματι ἐρῶσα τοῦ εἰδώλου, καὶ ὡς βουκόλοι μειράκια, περὶ τὸν τοῦ Ἀχιλλέως βωμὸν ἀστραγαλίζοντες ἀπέκτεινεν ἂν ὁ ἕτερος τῇ καλαύροπι τὸν ἕτερον πλήξας, εἰ μὴ ὁ Πάτροκλος αὐτοὺς διεπτόησεν ἀρκεῖ μοι εἰπών ὑπὲρ ἀστραγάλων αἷμα ἕν. γιγνώσκειν δὲ ὑπάρχει ταῦτα καὶ παρὰ τῶν βουκόλων καὶ πάντων τῶν οἰκούντων τὸ Ἴλιον· ἐπιμίγνυμεν γὰρ ἅτε τὰς ὄχθας οἰκοῦντες τῶν τοῦ Ἑλλησπόντου ἐκβολῶν καὶ ποταμόν, ὡς ὁρᾷς, πεποιημένοι τὴν θάλατταν. ἄγε δή, ὦ ξένε, τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν, ἣν ὁ Πρωτεσίλεως Ὁμήρῳ τε ἠγνοῆσθαί φησι καὶ ποιηταῖς πᾶσιν.
Φοῖνιξ
ποθοῦντι ἀποδίδως, ἀμπελουργέ, τὸν περὶ αὐτῆς λόγον, σπάνιον δὲ οἶμαι ἀκούσεσθαι.