Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

683–684

Ἀμπελουργός
ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετʼ οὐδεμιᾶς κόμης. ἔστι δʼ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπʼ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ· τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν ὀπαδῶν, ὁπλίτης ἡγεῖτο τοῦ ποταμοῦ μέγας παρακελευόμενος αὐτῷ βαρβάρῳ τῇ φωνῇ καὶ σφοδρᾷ ἐπιστρέφειν τὸ ὕδωρ ἐς τὴν ὁδόν,
 
διʼ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδʼ ὅποι ἀφανισθέν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi