Ἀμπελουργός
ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δʼ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλʼ ἄτιμά τε καὶ κοινὰ φύοιτʼ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπʼ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι, καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας.
Φοῖνιξ
χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον.
Ἀμπελουργός
τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας.