Thesauros Edebiyat biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

674–675

Ἀμπελουργός
τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη.
Φοῖνιξ
ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον.
Ἀμπελουργός
καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα οἶδεν, 10
 
ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα, καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι τὸ μύρον εἶπεν ὦν τᾶν, οὐ δεῖται ὕδατος, διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη
Φοῖνιξ
τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται;
Ἀμπελουργός
ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δʼ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς.
Φοῖνιξ
ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν;
Ἀμπελουργός
ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί. 5
Φοῖνιξ
Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi