752–753
Φοῖνιξ
ὅστις, ἀμπελουργέ, μὴ θεοφιλῆ σε ἡγεῖται σφόδρα, αὐτὸς ἀπήχθηται τοῖς θεοῖς· τὸ γὰρ τοιούτους τε καὶ θείους λόγους εἰδέναι οὕτω, παρʼ ἐκείνων οἶμαί σοι ἥκειν, οἳ καὶ Πρωτεσίλεω φίλον τέ σε καὶ ἐπιτήδειον ἐποίησαν. ἀλλʼ ἐπεὶ τῶν ἡρωικῶν ἡμᾶς λόγων ἐμπέπληκας, τὸ μὲν ὅπως αὐτὸς ἀναβεβίωκεν, οὐκέτʼ ἂν ἐροίμην, ἐπειδὴ ἀβεβήλῳ τε καὶ ἀπορρήτῳ φῂς αὐτὸν χρῆσθαι τούτῳ τῷ λόγῳ, τοὺς δὲ Κωκυτούς τε καὶ Πυριφλεγέθοντας καὶ τὴν Ἀχερουσιάδα καὶ τὰ τοιαῦτα τῶν ποταμῶν τε καὶ τῶν λιμνῶν ὀνόματα καί, νὴ, Δία, τοὺς Αἰακοὺς καὶ τὰ τούτων δικαστήριά τε καὶ δικαιωτήρια αὐτός τε ἴσως ἀπαγγελεῖς καὶ ξυγχωρεῖ διηγεῖσθαι.
Ἀμπελουργός
ξυγχωρεῖ μέν, ἑσπέρα δὲ ἤδη καὶ βοῦς πρὸς ἀναπαύλῃ·
τὰ γοῦν ζευγάρια ὁρᾷς, ὡς ἐκ βουλυτοῦ ἥκει καὶ χρή με αὐτὰ ὑποδέξασθαι καὶ ὁ λόγος πλείων τοῦ καιροῦ· νῦν μὲν δὴ ἐπὶ τὴν ναῦν χαίρων ἴθι πάντα ἔχων, ὁπόσα ὁ κῆπος φέρει, κἂν μὲν τὸ πνεῦμα ὑμέτερον ᾖ, πλεῖ, ξένε, σπείσας ἀπὸ τῆς νεὼς τῷ Πρωτεσίλεῳ, τουτὶ γὰρ τοὺς ἐνθένδε λύοντας νενόμισται πράττειν, εἰ δʼ ἐναντίον εἴη τὸ πνεῦμα, χώρει δεῦρο ἅμα ἡλίῳ ἀνίσχοντι καὶ τεύξει οὗ βούλει.
Φοῖνιξ
πείθομαί σοι, ἀμπελουργέ, καὶ οὕτως ἔσται· πλεύσαιμι δὲ μήπω, Πόσειδον, πρὶν ἢ καὶ τοῦδε ἀκροάσασθαι τοῦ λόγου.