Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

26.3 ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκκρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καί φθόνου ὑποκαθημένου ἑαυτὸν αἴσθοιτο, ὥσπερ ὁ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης.
26.4 ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος ἀλλʼ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπʼ αὐτῇ κλέος, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸ εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ — φίσκῳ ἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi