Kitap 2
26.1
ἀνὴρ ἐλλογιμώτατος καὶ Ἡρακλείδης ὁ Λύκιος καὶ τὰ οἴκοι μέν, ἐπειδὴ πατέρων τε ἀγαθῶν ἔφυ καὶ ἀρχιερεὺς Λυκίων ἐγένετο, τὴν δὲ λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν ὑπὲρ ξυμμαχίας, οἶμαι, παλαιᾶς, ἐλλογιμώτερος δὲ ὁ Ἡρακλείδης τὰ σοφιστικά, ἀποχρῶν μὲν γὰρ ξυνεῖναι, ἀποχρῶν δὲ ἑρμηνεῦσαι καὶ τοὺς ἀγῶνας ἀπέριττος καὶ τὰς πανηγυρικὰς ἐννοίας οὐχ ὑπερβακχεύων.