Kitap 2
21.2
ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπʼ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλʼ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον. υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων. ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.