Kitap 2
11.3
τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἡ ἄνευ χρωμάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν.
ιβ
12.1
Πολυδεύκη δὲ τὸν Ναυκρατίτην οὐκ οἶδα, εἴτε ἀπαίδευτον δεῖ καλεῖν εἴτε πεπαιδευμένον, εἴθʼ, ὅπερ εὔηθες δόξει, καὶ ἀπαίδευτον καὶ πεπαιδευμένον· ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν.