Kitap 1
24.3
μετὰ ταῦτα δὲ ἥκων ὁ Μάρκος ἐς τὰ Μέγαρα, οἰκισταὶ δὲ ʽοὗτοἰ Βυζαντίων, ἐστασίαζον μὲν οἱ Μεγαρεῖς πρὸς τοὺς Ἀθηναίους ἀκμαζούσαις ταῖς γνώμαις, ὥσπερ ἄρτι τοῦ πινακίου ἐπʼ αὐτοὺς γεγραμμένου, καὶ οὐκ ἐδέχοντο σφᾶς ἐς τὰ Πύθια τὰ μικρὰ ἥκοντας. παρελθὼν δὲ ἐς μέσους ὁ Μάρκος οὕτω τι μεθήρμοσε τοὺς Μεγαρέας, ὡς ἀνοῖξαι πεῖσαι τὰς οἰκίας καὶ δέξασθαι τοὺς Ἀθηναίους ἐπὶ γυναῖκάς τε καὶ παῖδας. ἠγάσθη αὐτὸν καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ πρεσβεύοντα ὑπὲρ Βυζαντίων, ἐπιτηδειότατος τῶν πάλαι βασιλέων γενόμενος ἀρετὰς αὐξῆσαι.
κε
25.1
πολέμων δὲ ὁ σοφιστὴς οὔθʼ, ὡς οἱ πολλοὶ δοκοῦσι, Σμυρναῖος, οὔθʼ, ὥς τινες, ἐκ Φρυγῶν, ἀλλὰ ἤνεγκεν αὐτὸν Λαοδίκεια ἡ ἐν Καρίᾳ, ποταμῷ πρόσοικος Λύκῳ, μεσογεία μέν, δυνατωτέρα δὲ τῶν ἐπὶ θαλάττῃ. ἡ μὲν δὴ τοῦ Πολέμωνος οἰκία πολλοὶ ὕπατοι καὶ ἔτι, ἐρασταὶ δὲ αὐτοῦ πολλαὶ μὲν πόλεις, διαφερόντως δὲ ἡ Σμύρνα· οὗτοι γὰρ ἐκ μειρακίου κατιδόντες τι ἐν αὐτῷ μέγα πάντας τοὺς οἴκοι στεφάνους ἐπὶ τὴν τοῦ Πολέμωνος κεφαλὴν συνήνεγκαν, αὐτῷ τε ψηφισάμενοι καὶ γένει τὰ οἴκοι ζηλωτά, προκαθῆσθαι γὰρ τῶν Ἀδριανῶν Ὀλυμπίων ἔδοσαν τῷ ἀνδρὶ καὶ ἐγγόνοις, καὶ τῆς ἱερᾶς τριήρους ἐπιβατεύειν. πέμπεται γάρ τις μηνὶ Ἀνθεστηριῶνι μεταρσία τριήρης ἐς ἀγοράν, ἣν ὁ τοῦ Διονύσου ἱερεύς, οἷον κυβερνήτης, εὐθύνει πείσματα ἐκ θαλάττης λύουσαν.