Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

19.1 ὑπερβάντες δʼ Ἀριοβαρζάνην τὸν Κίλικα καὶ Ξενόφρονα τὸν Σικελιώτην καὶ Πειθαγόραν τὸν ἐκ Κυρήνης, οἳ μήτε γνῶναι ἱκανοὶ ἔδοξαν, μήθʼ ἑρμηνεῦσαι τὰ γνωσθέντα, ἀλλʼ ἀπορίᾳ γενναίων σοφιστῶν ἐσπουδάσθησαν τοῖς ἐφʼ ἑαυτῶν Ἕλλησιν, ὅν που τρόπον τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι, ἐπὶ Νικήτην ἴωμεν τὸν Σμυρναῖον. οὗτος γὰρ ὁ Νικήτης παραλαβὼν τὴν ἐπιστήμην ἐς στενὸν ἀπειλημμένην ἔδωκεν αὐτῇ παρόδους πολλῷ λαμπροτέρας ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο, συνάψας τὴν πόλιν ταῖς ἐπὶ τὴν Ἔφεσον πύλαις καὶ διὰ μέγεθος ἀντεξάρας λόγοις ἔργα. ὁ δὲ ἀνὴρ οὗτος τοῖς μὲν δικανικοῖς ἀμείνων ἐδόκει τὰ δικανικά, τοῖς δὲ σοφιστικοῖς τὰ σοφιστικὰ ὑπὸ τοῦ περιδεξίως τε καὶ πρὸς ἅμιλλαν ἐς ἄμφω ἡρμόσθαι. τὸ μὲν γὰρ δικανικὸν σοφιστικῇ περιβολῇ ἐκόσμησεν, τὸ δὲ σοφιστικὸν κέντρῳ δικανικῷ ἐπέρρωσεν. ἡ δὲ ἰδέα τῶν λόγων τοῦ μὲν ἀρχαίου καὶ πολιτικοῦ ἀποβέβηκεν, ὑπόβακχος δὲ καὶ διθυραμβώδης, τὰς δʼ ἐννοίας ἰδίας τε καὶ παραδόξους ἐκδίδωσιν, ὥσπερ οἱ βακχεῖοι θύρσοι τὸ μέλι καὶ τοὺς ἑσμοὺς τοῦ γάλακτος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi