Kitap 1
18.4
λόγοι δʼ Αἰσχίνου κατʼ ἐνίους μὲν καὶ τέταρτός τις Δηλιακὸς καταψευδόμενος τῆς ἐκείνου γλώττης. οὐ γὰρ ἄν ποτε τοὺς μὲν περὶ τὴν Ἄμφισσαν λόγους, ὑφʼ ὧν ἡ Κιρραία χώρα καθιερώθη, εὐπροσώπως τε καὶ ξὺν ὥρᾳ διέθετο κακὰ βουλεύων Ἀθηναίοις, ὥς φησι Δημοσθένης, ἐπὶ δὲ τοὺς Δηλιακοὺς μύθους, ἐν οἷς θεολογία τε καὶ θεογονία καὶ ἀρχαιολογία, φαύλως οὕτως ὥρμησε καὶ τοῦτο προαγωνιζόμενος Ἀθηναίων οὐ μικρὸν ἀγώνισμα ἡγουμένων τὸ μὴ ἐκπεσεῖν τοῦ ἐν Δήλῳ ἱεροῦ. τρισὶ δὴ λόγοις περιωρίσθω ἡ Αἰσχίνου γλῶττα· τῷ τε κατὰ Τιμάρχου καὶ τῇ ἀπολογίᾳ τῆς πρεσβείας καὶ τῇ τοῦ Κτησιφῶντος κατηγορίᾳ. ἔστι δὲ καὶ τέταρτον αὐτοῦ φρόντισμα, ἐπιστολαί, οὐ πολλαὶ μέν, εὐπαιδευσίας δὲ μεσταὶ καὶ ἤθους.
18.5
τοῦ δὲ ἠθικοῦ καὶ Ῥοδίοις ἐπίδειξιν ἐποιήσατο· ἀναγνοὺς γάρ ποτε δημοσίᾳ τὸν κατὰ Κτησιφῶντος οἱ μὲν ἐθαύμαζον, ὅπως ἐπὶ τοιούτῳ λόγῳ ἡττήθη καὶ καθήπτοντο τῶν Ἀθηναίων ὡς παρανοούντων, ὁ δὲ οὐκ ἂν ἔφη ἐθαυμάζετε, εἰ Δημοσθένους λέγοντος πρὸς ταῦτα ἠκούσατε, οὐ μόνον ἐς ἔπαινον ἐχθροῦ καθιστάμενος, ἀλλὰ καὶ τοὺς δικαστὰς ἀφιεὶς αἰτίας.
ιθ