Thesauros Edebiyat biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

praef τὴν ἀρχαίαν σοφιστικὴν ῥητορικὴν ἡγεῖσθαι χρὴ φιλοσοφοῦσαν· διαλέγεται μὲν γὰρ ὑπὲρ ὧν οἱ φιλοσοφοῦντες, ἃ δὲ ἐκεῖνοι τὰς ἐρωτήσεις ὑποκαθήμενοι καὶ τὰ σμικρὰ τῶν ζητουμένων προβιβάζοντες οὔπω φασὶ γιγνώσκειν, ταῦτα ὁ παλαιὸς σοφιστὴς ὡς εἰδὼς λέγει. προοίμια γοῦν ποιεῖται τῶν λόγων τὸ οἶδα καὶ τὸ γιγνώσκω καὶ πάλαι διέσκεμμαι καὶ βέβαιον ἀνθρώπῳ οὐδέν. ἡ δὲ τοιαύτη ἰδέα τῶν προοιμίων εὐγένειάν τε προηχεῖ τῶν λόγων καὶ φρόνημα καὶ κατάληψιν σαφῆ τοῦ ὄντος. ἥρμοσται δὲ ἡ μὲν τῇ ἀνθρωπίνῃ μαντικῇ, ἣν Αἰγύπτιοί τε καὶ Χαλδαῖοι καὶ πρὸ τούτων Ἰνδοὶ ξυνέθεσαν, μυρίοις ἀστέρων στοχαζόμενοι τοῦ ὄντος, ἡ δὲ τῇ θεσπιῳδῷ τε καὶ χρηστηριώδει· καὶ γὰρ δὴ καὶ τοῦ Πυθίου ἐστὶν ἀκούειν οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς καὶ Νέρων Ὀρέστης Ἀλκμαίων μητροκτόνοι καὶ πολλὰ τοιαῦτα, ὥσπερ σοφιστοῦ, λέγοντος.
1 / 60 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi