Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

28 ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν σοῦ ἔφη δεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δʼ οἷα ἢ ὑπʼ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ. καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δʼ ἂν καὶ διʼ ἑτέρου. τίς οὖν ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δʼ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτʼ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε· ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi