Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 8

2 ἐντευξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλλον ἢ δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δʼ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου· προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφʼ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντος δικάσομαι ἔφη πρὸς τίνα; πρός γε τὸν σεαυτοῦ εἶπε κατήγορον, δικάσει δὲ ὁ βασιλεύς. ἐμοὶ δὲ ἔφη καὶ τῷ βασιλεῖ τίς ὁ δικάσων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα. καὶ τίς εἶπε βασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ; ἀλλὰ φιλοσοφίᾳ πολὺς ἔφη βασιλέως, ἵνʼ ἐπιτηδείως ἄρχῃ. ἐπαινέσας δὲ ὁ γραμματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, πόσῳ δὲ εἶπε τὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι. εἰ μὲν ὁπόσα ἔφη ἀπαιτεῖ ἡ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις, εἰ δὲ ὁπόσα ἐρήσεται, μέτρον τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν. ἐναντίας εἶπεν ἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων. οὐκ ἐναντίας, ἔφη ἀλλʼ ὁμοίας· ὁ γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμφοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δʼ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικαστηρίῳ τετάρτην ἀρετὴν οἶδα. ἀνόνητόν γε εἶπε σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι. καὶ μὴν καὶ Σωκράτην ἔφη τὸν Ἀθηναῖον μέγα ὤνησεν, ὅτε ἔφυγε τὴν γραφήν. καὶ πῶς ὤνησεν εἶπε τόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα; οὐκ ἀπέθανεν, ἔφη Ἀθηναῖοι δὲ ᾤοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi