Kitap 7
9
ἐν ᾧ ὁ Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδʼ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας ἀνόητε, εἶπεν ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται. ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων· ἢ γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλʼ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.