Kitap 7
34
ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀποκείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δʼ ὑπὲρ μὲν τῆς κουρᾶς ἐλελήθειν, ὦ βασιλεῦ, ἔφη περὶ ταῖς θριξὶ κινδυνεύων, ὑπὲρ δὲ τῶν δεσμῶν εἰ μὲν γόητά με ἡγῇ, ἔφη πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις; καὶ ἀνήσω γε οὐ πρότερον, εἶπεν ἢ ὕδωρ γενέσθαι σε ἤ τι θηρίον ἢ δένδρον. ταυτὶ μὲν ἔφη οὐδʼ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δʼ, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστʼ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογήσωμαι. ὑπὲρ δὲ σοῦ εἶπε τίς ὁ ἀπολογησόμενος ἔσται; χρόνος ἔφη καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.