Kitap 6
23
τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπʼ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.
24
προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφʼ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρπὸν ἡγοῦνται, ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ παρδάλεις καὶ τοιαῦτα θηρία ἕτερα, καὶ ἐπῄει οὐδὲν αὐτοῖς, ἀλλʼ ἀπεπήδα σφῶν, ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους, ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρουθοὶ καὶ ὄνοι πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· ξύγκειται δὲ τὰ θηρία ταῦτα τὸ μὲν ἐλάφου τε καὶ ταύρου, τὸ δὲ ἀφʼ ὧνπερ τὴν ἐπωνυμίαν ᾕρηκε. καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν, οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύοντες, οἶμαι, τῷ καὶ αὖθις θηράσειν.