Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 5

1 περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δʼ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.
1 / 37 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi