Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

22 διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν· οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλλον ἢ ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δʼ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων ὁ Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελθεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγεν ὅπως ἡ θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς ἔτι, ἀλλʼ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε· Κιθαιρὼν καθαρώτερος. τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφηθέντων Ἀθήνησιν αὐτῷ τότε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi