Kitap 3
11
καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλησίον — ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στάδιον — ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντατον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπʼ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συναφανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ τῷ πάντα ἴσχειν.
12
προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάντας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ ὁ δεῖνα χαῖρε τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, παρὰ ἄνδρας ἔφη σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοίκασι γὰρ προγιγνώσκειν. καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ Ἰνδὸς τούτους μὲν ἔφη καταλύειν χρὴ ἐνταῦθα, σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.