Kitap 3
6
καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα· δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλʼ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.