Kitap 3
51
ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετʼ ἐπιστολῆς· Ἀπολλώνιος Ἰάρχᾳ καὶ ʽτοῖσʼ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.
52
αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς διʼ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, διʼ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.
53
καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπʼ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ τὸ τοῦ κογχυλίου μέγεθος καὶ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.