Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

41 τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν ἢ μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδʼ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi