Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

29 ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου χαῖρε, ἔφη ἀγαθὲ ξένε. ὁ δὲ Ἀπολλώνιος καὶ σύ, βασιλεῦ, εἶπεν ἔοικας γὰρ νῦν ἥκοντι. τίς σε ἔφη πρὸς ἡμᾶς ἤγαγεν; οὗτοι εἶπεν οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες. περὶ ἐμοῦ δέ, ἔφη ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν; ὅσος γε εἶπε καὶ περὶ Ἑλλήνων ἐνταῦθα. οὐδὲν, ἔφη τῶν παρʼ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ. ἀπαγγελῶ ταῦτα, εἶπε καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi