Kitap 3
18
ὡς δὲ ἐκάθισεν ἐρώτα, ἔφη ὅ τι βούλει, παρʼ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας. ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ἡμεῖς ἔφη πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν. ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ θεοὺς εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, ὅτι ἔφη ἀγαθοί ἐσμεν ἄνθρωποι. τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.