Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

17 ἐμφοροῦ ἔφη καὶ ἴωμεν. ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾅδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον ἐπιμελήθητι ἔφη τῶν Ἀπολλωνίου ἑταίρων. ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν ἐπιμεμέλημαι ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον ἔκφερε εἶπε τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵνʼ ἐπʼ αὐτοῦ διαλέγοιτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi