Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

43 ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλκῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στήλην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προελθεῖν πρόσω.
← Önceki 39 / 39

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi