Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

34 τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, Ἰνδοὶ ἔφη παραινέσεις τῷ βασιλεῖ ᾅδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις. πῶς οὖν, ἔφη ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν. οὐ καταγελῶ,ʼ ʼἔφη δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi