Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch

6

Διαδουμενος
ΔΙΑΔΟΥΜ. οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι, τῶν δʼ ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ μεγέθει διαφερόντων ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν· ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ διʼ ἐκεῖνα μὲν ὡς; λαμπρὰ καὶ μεγάλα κἂν ἀποθάνοιεν ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη καὶ γέλως, λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ Θεῶν ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπʼ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως. ἆρʼ οὖν παρὰ τὴν κοινὴν φιλοσοφοῦσιν ἔννοιαν, ἃς αἰσχύνονται πράξεις ἐπαινεῖν, μηδὲν τούτων κάλλιον ὁμολογοῦντες; ποῦ γὰρ αἱρετὸν ἢ πῶς ἀποδεκτόν, ὃ μήτʼ ἐπαινεῖν μήτε θαυμάζειν ἄξιόν ἐστιν, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας ἢ θαυμάζοντας ἀτόπους καὶ ψυχροὺς νομίζουσιν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi