Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch

27

Διαδουμενος
ΔΙΑΔΟΥΜ. Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ἢ ὡς ἀξίας τινὰς ἔχοντα ἢ προαγωγὰς τοῦτο πρὸς τὸ τέλος ἢ πρὸς ἕτερόν τι τῶν ὄντων;
Λαμπρίας
ΛΑΜΠΡ. Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος.
Διαδουμενος
ΔΙΑΔΟΥΜ. . ἤδη τοίνυν ἀποκαλύψας ὅρα τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν· ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτʼ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων. ἀλλὰ τοῦτο μὲν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἵρεσιν· ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi