Thesauros Edebiyat biography Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς Plutarch

15–16

Διαδουμενος
ΔΙΑΔΟΥΜ. ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδʼ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδʼ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδʼ ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδʼ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν εὐχρήστως γεγονέναι καὶ τοῦτʼ ἴσως οἱ ἄνδρες λέγουσιν. ἆῤ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. εἰ δὲ τῆς ἀρετῆς ἐστιν ὄνομα μόνον καὶ δόκημα νυκτερωπὸν ἐννύχων σοφιστῶν οὐδʼ ὥσπερ ἡ κακία πᾶσιν ῦπαρ ἔκκειται καὶ πᾶσιν ἐναργὴς· οὐδενὸς ἔσται χρηστοῦ μεταλαβεῖν, ἥκιστα δʼ ἀρετῆς, ὦ θεοί, διʼ ἣν γεγόναμεν. εἶτʼ οὐ δεινόν, εἰ γεωργῷ μὲν καὶ κυβερνήτῃ καὶ ἡνιόχῳ τὰ εὔχρηστα φορὰ, καὶ συνεργὰ πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δʼ ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν γεγονὸς ἀπολώλεκε τὴν ἀρετὴν καὶ διέφθαρκεν; ἀλλʼ ἴσως ἤδη καιρὸς ἐπʼ ἄλλο τρέπεσθαι, τοῦτο δʼ ἀφεῖναι.
Λαμπρίας
ΛΑΜΠΡ. Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi