Thesauros Edebiyat biography Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι

Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι

Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι Plutarch
3 καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται.
4 ὁ παρὰ τοῖς Στωικοῖς κάκιστος, ἂν οὕτω τύχῃ πρωῒ, δείλης ἄριστος· καὶ καταδαρθὼν ἔμπληκτος καὶ ἀμαθὴς καὶ ἄδικος καὶ, ἀκόλαστος καὶ ναὶ μὰ Δία δοῦλος καὶ πένης καὶ ἄπορος αὐθημερὸν ἀνί σταται καὶ βασιλεὺς καὶ πλούσιος καὶ ὄλβιος γεγονώς, σώφρων τε καὶ δίκαιος καὶ βέβαιος καὶ ἀδόξαστος· οὐ γένεια φύσας οὐδʼ ἥβην ἐν σώματι νέῳ καὶ ἁπαλῷ, ἀλλʼ ἐν ἀσθενεῖ καὶ ἁπαλῇ ψυχῇ καὶ ἀνάνδρῳ καὶ ἀβεβαίῳ νοῦν τέλειον, ἄκραν φρόνησιν, ἰσόθεον διάθεσιν, ἀδόξαστον ἐπιστήμην καὶ ἀμετάπτωτον ἕξιν ἐσχηκώς, οὐδὲν ἐνδούσης πρότερον αὐτῷ τῆς μοχθηρίας, ἀλλʼ ἐξαίφνης, ὀλίγου δέω εἰπεῖν, ἣρως τις ἢ δαίμων ἢ θεὸς ἐκ θηρίων τοῦ κακίστου γενόμενος. ἐκ τῆς Στοᾶς; γὰρ λαβόντα τὴν ἀρετὴν ἔστιν εἰπεῖν εὖξαι τί βούλει, πάντα σοι γενήσεται πλοῦτον φέρει, βασιλείαν ἔχει, τύχην δίδωσιν, εὐπότμους ποιεῖ καὶ ἀπροσδεεῖς καὶ αὐτάρκεις, μίαν οἴκοθεν δραχμὴν οὐκ ἔχοντας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi