40
δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς; θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἣλιον αὐτάρκη μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι.