Thesauros Edebiyat biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
2.2 τούτων δὲ μάλιστα τῆς Πλάτωνος ἁπτομένων δόξης, ἐπίστησον εἰ κἀκεῖνο λεχθήσεται πιθανῶς· ὅτι, δυεῖν ὄντοιν ἐξ ὧν ὁ κόσμος συνέστηκε, σώματος καὶ ψυχῆς, τὸ μὲν οὐκ ἐγέννησε θεὸς ἀλλά, τῆς ὕλης παρασχομένης, ἐμόρφωσε καὶ συνήρμοσε, πέρασιν οἰκείοις καὶ σχήμασι δήσας καὶ ὁρίσας τὸ ἄπειρον ἡ δὲ ψυχή, νοῦ μετασχοῦσα καὶ λογισμοῦ καὶ ἁρμονίας, οὐκ ἔργον ἐστὶ τοῦ θεοῦ μόνον ἀλλὰ καὶ μέρος, οὐδʼ ὑπʼ αὐτοῦ ἀλλὰ καὶ ἀπʼ αὐτοῦ καὶ ἐξ αὐτοῦ γέγονεν.

ΖΗΤΗΜΑ Γ′.

3.1 Ἐν τῇ Πολιτείᾳ, τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα, πάλιν τέμνων ἑκάτερον τμῆμα εἰς δύο ἀνὰ τὸν αὐτὸν λόγον, τὸ τε τοῦ ὁρωμένου γένος καὶ τὸ τοῦ νοουμένου περὶ τὰ πάντα ποιήσας τοῦ μὲν νοητοῦ πρῶτον ἀποφαίνει τὸ περὶ τὰ πρῶτα εἴδη, δεύτερον τὸ μαθηματικὸν τοῦ δʼ αἰσθητοῦ πρῶτον μὲν τὰ στερέμνια σώματα, δεύτερον δὲ τὰς εἰκόνας καὶ τὰ εἴδωλα τούτων καὶ κριτήριον ἑκάστῳ τῶν τεττάρων ἀποδίδωσιν ἴδιον, νοῦν μὲν τῷ πρώτῳ διάνοιαν δὲ τῷ μαθηματικῷ, τοῖς δʼ αἰσθητοῖς πίστιν, εἰκασίαν δὲ τοῖς περὶ τὰ εἴδωλα καὶ τὰς εἰκόνας. τί οὖν διανοηθεὶς εἰς ἄνισα τμήματα τὸ πᾶν ἔτεμε; καὶ πότερον τῶν τμημάτων, τὸ νοητὸν ἢ τὸ αἰσθητόν, μεῖζόν ἐστιν; αὐτὸς γὰρ οὐ δεδήλωκε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi