Thesauros Edebiyat biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
8.2 ἢ τούτοις μὲν ἀντίκειται πολλὰ τῶν ὁμολογουμένως ἀρεσκόντων τἀνδρί· μεταγραπτέον δὲ τὸ χρόνου χρόνῳ λαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν, καὶ δεκτέον ὄργανα μὴ τοὺς ἀστέρας ἀλλὰ τὰ σώματα τῶν ζῴων λέγεσθαι; καθάπερ Ἀριστοτέλης ὡρίσατο τὴν ψυχὴν πρώτην ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥστε τοιοῦτον εἶναι τὸν λόγον· αἱ ψυχαὶ εἰς τὰ προσήκοντα ὀργανικὰ σώματα ἐν χρόνῳ κατεσπάρησαν. ἀλλὰ καὶ τοῦτο παρὰ τὴν δόξαν ἐστίν· οὐ γὰρ ἅπαξ ἀλλὰ πολλάκις ὄργανα χρόνου τοὺς ἀστέρας εἴρηκεν, ὅπου καὶ τὸν ἥλιον αὐτὸν εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονέναι φησὶ μετὰ τῶν ἄλλων πλανήτων.
8.3 ἄριστον οὖν τὴν γῆν ὄργανον ἀκούειν χρόνου, μὴ κινουμένην ὥσπερ τοὺς ἀστέρας, ἀλλὰ τῷ περὶ αὑτὴν μένουσαν ἀεὶ παρέχειν ἐκείνοις φερομένοις ἀνατολὰς καὶ δύσεις, αἷς τὰ πρῶτα μέτρα τῶν χρόνων, ἡμέραι καὶ νύκτες, ὁρίζονται· διὸ καί φύλακα καὶ δημιουργὸν αὐτὴν ἀτρεκῆ νυκτὸς καὶ ἡμέρας προσεῖπε· καὶ γὰρ οἱ τῶν ὡρολογίων γνώμονες οὐ συμμεθιστάμενοι ταῖς σκιαῖς ἀλλʼ ἑστῶτες ὄργανα καὶ χρόνου μέτρα γεγόνασι, μιμούμενοι τῆς γῆς τὸ ἐπιπροσθοῦν τῷ ἡλίῳ περὶ αὐτὴν ὑποφερομένῳ, καθάπερ εἶπεν Ἐμπεδοκλῆς νύκτα δὲ γαῖα τίθησιν, ὑφισταμένη φαέεσσι. τοῦτο μὲν οὖν τοιαύτην ἔχει τὴν ἐξήγησιν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi