7.9
καὶ μὴν τὰ περὶ τῆς συμφωνίας αὐτὸς εἴρηκεν, ὃν τρόπον ὁμοιοῦσι τοὺς φθόγγους. ὀξὺς μὲν γὰρ ὁ ταχὺς γίγνεται βαρὺς δʼ ὁ βραδύς· διὸ καὶ πρότερον κινοῦσι τὴν αἴσθησιν οἱ ὀξεῖς· ὅταν δὲ τούτοις ἤδη μαραινομένοις καὶ ἀπολήγουσιν οἱ βραδεῖς ἐπιβάλωσιν ἀρχόμενοι, τὸ κραθὲν αὐτῶν διʼ ὁμοιοπάθειαν ἡδονὴν τῇ ἀκοῇ παρέσχεν, ἣν συμφωνίαν καλοῦσιν. ὅτι δὲ τούτων ὄργανον ὁ ἀήρ ἐστι, ῥᾴδιον συνιδεῖν ἐκ τῶν προειρημένων. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ αἰσθανομένου διʼ ὤτων ὑπʼ ἀέρος· πλήττει γὰρ πληγεὶς; ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντος, ἂν μὲν σφοδρόν, ὀξέως, ἂν δʼ ἀμβλύ, μαλακώτερον· ὁ δὴ σφόδρα καὶ συντόνως πληγεὶς προσμίγνυσι τῇ ἀκοῇ πρότερος, εἶτα περιιὼν πάλιν καὶ καταλαμβάνων τὸν βραδύτερον συνέπεται καὶ συμπαραπέμπει τὴν αἴσθησιν.
ΖΗΤΗΜΑ Η′.
8.1
Πῶς λέγει τὰς ψυχὰς ὁ Τίμαιος εἴς τε γῆν καὶ σελήνην καὶ τἄλλα ὅσα ὄργανα χρόνου σπαρῆναι;
8.1
πότερον οὕτως ἐκίνει τὴν γῆν, ὥσπερ ἣλιον καὶ σελήνην καὶ τοὺς πέντε πλάνητας, οὓς ὄργανα χρόνου διὰ τὰς τροπὰς προσηγόρευε, καὶ ἔδει τὴν γῆν ἰλλομένην περὶ τὸν διὰ πάντων πόλον τεταμένον μὴ μεμηχανῆσθαι συνεχομένην καὶ μένουσαν, ἀλλὰ στρεφομένην καὶ ἀνειλουμένην νοεῖν, ὡς ὕστερον Ἀρίσταρχος καὶ Σέλευκος ἀπεδείκνυσαν, ὁ μὲν ὑποτιθέμενος μόνον ὁ δὲ Σέλευκος καὶ ἀποφαινόμενος; Θεόφραστος δὲ καὶ προσιστορεῖ τῷ Πλάτωνι πρεσβυτέρῳ γενομένῳ μεταμέλειν, ὡς οὐ προσήκουσαν ἀποδόντι τῇ γῇ τὴν μέσην χώραν τοῦ παντός.