Thesauros Edebiyat biography Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα

Πλατωνικὰ ζητήματα Plutarch
7.1 Πῶς ποτέ φησιν ὁ Πλάτων τὴν ἀντιπερίστασιν τῆς κινήσεως διὰ τὸ μηδαμοῦ κενὸν ὑπάρχειν αἰτίαν εἶναι τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων, καὶ τῶν περὶ τὴν κατάποσιν καὶ τὰ ῥιπτούμενα βάρη καὶ τὰ τῶν ὑδάτων ῥεύματα καὶ κεραυνούς, τήν τε φαινομένην πρὸς ἢλεκτρα καὶ τὸν λίθον τὸν Ἡράκλειον ὁλκὴν τάς τε τῶν φθόγγων συμφωνίας; δόξει γὰρ ἀτόπως αἰτίαν μίαν παμπόλλων καὶ ἀνομοίων γένεσιν ἐπάγειν παθῶν.
7.2 τὸ μὲν γὰρ περὶ τὴν ἀναπνοὴν ὡς γίγνεται τῇ ἀντιπεριστάσει τοῦ ἀέρος, αὐτὸς ἱκανῶς ἀποδέδειχε· τὰ δὲ λοιπὰ πάντα φήσας θαυματουργεῖσθαι καὶ τῷ κενὸν εἶναι μηδὲν περιωθεῖν θʼ αὑτὰ ταῦτʼ εἰς ἄλληλα καὶ διαμείβεσθαι πρὸς τὰς αὑτῶν ἕδρας ἰόντα, τὴν καθʼ ἕκαστον ἐξεργασίαν ἡμῖν ἀφῆκε.
7.3 πρῶτον μὲν οὖν τὸ περὶ τὴν σικύαν τοιοῦτόν ἐστιν· ὁ περιληφθεὶς ὑπʼ αὐτῆς πρὸς τῇ σαρκὶ μετὰ θερμότητος ἀὴρ ἐκπυρωθεὶς καὶ γενόμενος τῶν τοῦ χαλκοῦ πόρων ἀραιότερος ἐξέπεσεν οὐκ εἰς κενὴν χώραν, οὐ γὰρ ἔστιν, εἰς δὲ τὸν περιεστῶτα τὴν σικύαν ἔξωθεν ἀέρα, κἀκεῖνον ἀπέωσεν ὁ δὲ τὸν πρὸ αὑτοῦ· καὶ τοῦτο πάσχων ἀεὶ καὶ δρῶν ὁ ἔμπροσθεν ὑποχωρεῖ, τῆς κενουμένης γλιχόμενος χώρας, ἣν ὁ πρῶτος ἐξέλιπεν οὕτω δὲ τῇ σαρκὶ περιπίπτων, ἧς ἡ σικύα δέδρακται, καὶ ἀναζέων ἅμα συνεκθλίβει τὸ ὑγρὸν εἰς τὴν σικύαν.
7.4 ἡ δὲ κατάποσις γίγνεται τὸν αὐτὸν τρόπον· αἱ γὰρ περὶ τὸ στόμα καὶ τὸν στόμαχον κοιλότητες ἀέρος ἀεὶ πλήρεις εἰσίν· ὅταν οὖν ἐμπιεσθῇ τὸ σιτίον ὑπὸ τῆς γλώττης, ἅμα καὶ τῶν παρισθμίων ἐνταθέντων, ἐκθλιβόμενος ὁ ἀὴρ πρὸς τὸν οὐρανὸν ἔχεται τοῦ ὑποχωροῦντος καὶ συνεπωθεῖ τὸ σιτίον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi