1
Ὀδυσσεύς
Ὀδυσσεύς. ταῦτα μέν, ὦ Κίρκη, μεμαθηκέναι δοκῶ καὶ διαμνημονεύσειν· ἡδέως δʼ ἄν σου πυθοίμην, εἴ τινας ἔχεις Ἕλληνας ἐν τούτοις, οὓς λύκους καὶ λέοντας ἐξ ἀνθρώπων πεποίηκας.
Κίρκη
ΚΙΡΚΗ. καὶ πολλούς, ὦ ποθούμενʼ Ὀδυσσεῦ. πρὸς τί δὲ τοῦτο ἐρωτᾷς;
Ὀδυσσεύς
ΟΔ. ὅτι νὴ Δία καλὴν ἄν μοι δοκῶ γενέσθαι φιλοτιμίαν πρὸς τοὺς Ἕλληνας, εἰ χάριτι σῇ λαβὼν τούτους, αὖθις εἰς ἀνθρώπους ἑταίρους ἀνασώσαιμι καὶ μὴ περιίδοιμι καταγηράσαντας παρὰ φύσιν ἐν σώμασι θηρίων, οἰκτρὰν καὶ ἄτιμον οὕτω δίαιταν ἔχοντας.
Κίρκη
ΚΙΡ. οὗτος ὁ ἀνὴρ οὐχ αὑτῷ μόνον οὐδὲ τοῖς ἑταίροις, ἀλλὰ τοῖς μηδὲν προσήκουσιν οἴεται δεῖν ὑπʼ ἀβελτερίας συμφορὰν γενέσθαι τὴν αὑτοῦ φιλοτιμίαν.
Ὀδυσσεύς
ΟΔ. ἕτερον αὖ τινα τοῦτον, ὦ Κίρκη, κυκεῶνα 20 λόγων ταράττεις καὶ ὑποφαρμάττεις, ἐμὲ γοῦν ἀτεχνῶς ρατιονε δτι; ποιοῦσα θηρίον, εἰ πείσομαί σοι ὡς συμφορὰ ἐστιν ἄνθρωπον ἐκ θηρίου γενέσθαι.
5
Κίρκη
ΚΙΡ. οὐ γὰρ ἢδη τούτων ἀτοπώτερα πεποίηκας σεαυτόν, ὃς τὸν ἀθάνατον καὶ ἀγήρων σὺν ἐμοὶ βίον ἀφεὶς ἐπὶ γυναῖκα θνητήν, ὡς δʼ ἐγώ φημι, καὶ γραῦν ἤδη διὰ μυρίων ἔτι κακῶν σπεύδεις, ὡς δὴ περίβλεπτος ἐκ τούτου καὶ ὀνομαστὸς ἔτι μᾶλλον ἢ νῦν γενησόμενος, κενὸν ἀγαθὸν καὶ εἴδωλον ἀντὶ τῆς ἀληθείας διώκων;
Ὀδυσσεύς
ΟΔ. ἐχέτω ταῦτα, ὡς λέγεις, ὦ Κίρκη τί γὰρ δεῖ πολλάκις ζυγομαχεῖν ἡμᾶς περὶ τῶν αὐτῶν; τούτους δέ μοι δὸς ἀναλύσασα καὶ χάρισαι τοὺς ἄνδρας.