Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 8

3.6 παρὼν οὖν Ἀριστόδημος ὁὁ W: πρὸς ἡμᾶς ὁ Κύπριος ἀλλʼ ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσινἐλέγχωσιν Duebnerus male, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθάἐγκελευόμενοι W τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰνem. Emperius: ἐξανιστᾶν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.

Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες· ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλουςmalim τὰς μεγάλας φοινικοβαλάνους Νικολάους καλοῦσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi