Thesauros Edebiyat biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Kitap 7

Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν μὴ τράπεζαν mei αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.

4.1 Φιλάρχαιοςφιλάρχαιος ὢν M: φίλαρχος ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλʼ ἀεὶαἰεὶ mei τῶν ἐδωδίμων ἐπʼ αὐτῇ ὑπέλειπε. καὶ οὐ τοῦτο μόνον ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖεὖ X: οὖ μάλα παραφυλάττοντας, ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι· καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς; Ῥωμαίους ἐξευλαβεῖσθαι· τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. παρὼν οὖν Εὔστροφος Ἀθηναῖος εἶτʼ ἔφη τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι*: κλέψωσι τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις· εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτʼ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρειςπλῆρες mei διαμένουσι. γελάσας δʼ ὁ Φλῶρος οὐκοῦν εἶπεν ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi