Kitap 2
6.2
ὑπολαβὼν δὲ Φίλων ἔφη λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστʼ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. τὰ δʼ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντʼἑλκωθέντα Huttenus: οἴκοθεν ἰχῶραἰχῶρα Madvigius: ἐχῶρας συνάγει; ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τἄλλατἄλλα *: τὰ ἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιοντοὔλαιον *: τὸ ἔλαιον παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδʼ ἐμβίωσιν τοῖς ἐνθεμένοιςἐντιθεμένοις an ἐντεθειμένοις?, ὥσθʼὥσθʼ* ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰκαὶ νοτερὰ Turnebus: καινοτερὰ (Vd); malim καὶ τὰ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸνφλοιὸν *: φλοιὸν ὄντα Ordo verborum est: ὥστε ὥσπερ τὰ φλ. καὶ ν. καὶ τὰ μαλ. τοῖς ὑπὸ τὸν φλ. μέρεσι προσδεχομένοις (sc. τὸ ἐντεθειμένον (cf. p. 290 f) περιπτύσσεται) κολλώμενα, οὕτω καὶ τὸν φλ. περιπτ. κολλ. μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον.