Thesauros Edebiyat biography Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους Plutarch
3 δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενενὑπέμενεν *: ὑπέμεινεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τιτι R: τε γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται.
4 κἂνκἀν *: κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστουςἀσπείστους R: ἀπίστους τινὰς πολέμουςπολέμους Emperius: πολεμοῦσι δʼ ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖνἀπορρεῖν W: ἀπορρεῖ διακρινόμενον. εἰκότως; δʼ ἔχειδ’ ἔχει Emperius: δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναιἐγεγεννηκεναι R τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi